TLG 0531 001 :: HERMIAS :: Irrisio gentilium philosophorum

HERMIAS Apol.
(A.D. 2–3?)

Irrisio gentilium philosophorum

Source: Diels, H. (ed.), Doxographi Graeci. Berlin: Reimer, 1879 (repr. Berlin: De Gruyter, 1965): 651–656.

Citation: Section — (line)

t

ΕΡΜΕΙΟΥ ΦΙΛΟΣΟΦΟΥ διασυρμὸς τῶν ἔξω φιλοσόφων.

1

Παῦλος ὁ μακάριος ἀπόστολος τοῖς τὴν Ἑλλάδα τὴν Λακωνικὴν παροικοῦσι Κορινθίοις γράφων, ‘ὦ ἀγαπητοί,‘ ἀπεφήνατο λέγων· ‘ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ,‘ οὐκ ἀσκόπως εἰπών· δοκεῖ γάρ μοι τὴν ἀρχὴν εἰληφέναι ἀπὸ τῆς τῶν ἀγγέλων ἀποστασίας. δι’ ἣν αἰτίαν
5οὔτε σύμφωνα οὔτε ὁμόλογα οἱ φιλόσοφοι πρὸς ἀλλήλους λέγοντες ἐκτίθενται τὰ δόγματα.

2

Οἱ μὲν γάρ φασιν αὐτῶν ψυχὴν εἶναι τὸ πῦρ, οἱ δὲ τὸν ἀέρα [οἱ Στωικοί], οἱ δὲ τὸν νοῦν, οἱ δὲ τὴν κίνησιν, [Ἡράκλειτος] οἱ δὲ τὴν ἀνα‐ θυμίασιν, οἱ δὲ δύναμιν ἀπὸ τῶν ἄστρων ῥέουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν [Πυθαγόρας], οἱ δὲ ὕδωρ γονοποιόν [Ἵππων], οἱ δὲ στοιχεῖον ἀπὸ στοιχείων
5οἱ δὲ ἁρμονίαν [Δείναρχος], οἱ δὲ τὸ αἷμα [Κριτίας], οἱ δὲ τὸ πνεῦμα, οἱ δὲ τὴν μονάδα [Πυθαγόρας], καὶ † οἱ παλαιοὶ τὰ ἐναντία. πόσοι λόγοι περὶ τούτων, ἐπιχειρήσεις πόσαι, πόσαι δίκαι σοφιστῶν ἐριζόντων μᾶλλον ἢ τἀληθὲς εὑρισκόντων;

3

Ἀλλὰ γὰρ ἔστω· στασιάζουσι μὲν περὶ τῆς ψυχῆς *** τὰ δὲ λοιπὰ περὶ αὐτῆς ὁμονοοῦντες ἀπεφήναντο· † καὶ ἄλλοι τὴν ἡδονὴν αὐτῆς ὁ μέν τις ἀγαθὸν καλεῖ, ὁ δέ τις κακόν, ὁ δ’ αὖ μέσον ἀγαθοῦ καὶ κακοῦ, τὴν δὲ φύσιν αὐτῆς, οἱ μὲν ἀθάνατόν φασιν, οἱ δὲ θνητήν, οἱ δὲ πρὸς ὀλί‐
5γον ἐπιδιαμένουσαν, οἱ δὲ ἀποθηριοῦσιν αὐτήν, οἱ δὲ εἰς ἀτόμους διαλύουσιν, οἱ δὲ τρὶς ἐνσωματοῦσιν, οἱ δὲ τρισχιλίων ἐτῶν περιόδους αὐτῇ ὁρίζουσιν. καὶ γὰρ οἱ μηδὲ ἑκατὸν ἔτη ζῶντες περὶ τρισχιλίων ἐτῶν μελλόντων ἐπαγγέλλονται.651

4

Ταῦτα οὖν τί χρὴ καλεῖν; ὡς μὲν ἐμοὶ δοκεῖ, τερατείαν ἢ ἄνοιαν ἢ μανίαν ἢ στάσιν ἢ ὁμοῦ πάντα. εἰ μὲν τἀληθὲς εὑρήκασιν, ὁμονοησά‐ τωσαν ἢ συγκατατιθέσθωσαν, κἀγὼ τότε ἄσμενος αὐτοῖς πεισθήσομαι, εἰ δὲ ἀντισπῶσι τὴν ψυχὴν καὶ ἀνθέλκουσιν ἄλλος εἰς ἄλλην φύσιν, ἕτερος δὲ εἰς
5ἑτέραν οὐσίαν, ὕλην δὲ ἐξ ὕλης μεταβάλλουσιν, ὁμολογῶ ὑπεράχθεσθαι τῇ παλιρροίᾳ τῶν πραγμάτων. νῦν μὲν ἀθάνατός εἰμι καὶ γέγηθα, νῦν δ’ αὖ θνητὸς γίνομαι καὶ δακρύω· ἄρτι δὲ εἰς ἀτόμους διαλύομαι, ὕδωρ γίνομαι, [καὶ] ἀὴρ γίνομαι, πῦρ γίνομαι· εἶτα μετ’ ὀλίγον οὔτε ἀὴρ οὔτε πῦρ, θηρίον με ποιεῖ, ἰχθύν με ποιεῖ, πάλιν οὖν ἀδελφοὺς ἔχω δελφῖνας. ὅταν δὲ ἐμαυτὸν
10ἴδω, φοβοῦμαι τὸ σῶμα καὶ οὐκ οἶδα ὅπως αὐτὸ καλέσω, ἄνθρωπον ἢ κύνα ἢ λύκον ἢ ταῦρον ἢ ὄρνιν ἢ ὄφιν ἢ δράκοντα ἢ χίμαιραν· εἰς πάντα γὰρ τὰ θηρία ὑπὸ τῶν φιλοσοφούντων μεταβάλλομαι, χερσαῖα ἔνυδρα πτηνὰ πολύμορφα ἄγρια τιθασσὰ ἄφωνα εὔφωνα ἄλογα λογικά· νήχομαι ἵπταμαι [πέτομαι] ἕρπω θέω καθίζω. ἔτι δὲ ὁ Ἐμπεδοκλῆς καὶ θάμνον
15με ποιεῖ.

5

Ὅπου τοίνυν τὴν ἀνθρώπου ψυχὴν ὁμογνωμόνως εὑρεῖν οὐχ οἷόν τε τοῖς φιλοσοφοῦσι, σχολῇ γ’ ἂν περὶ τῶν θεῶν ἢ περὶ κόσμου δύναιντο τἀληθὲς ἀποφήνασθαι. καὶ γὰρ ταύτην 〈τὴν〉 ἀνδρείαν ἔχουσιν, ἵνα μὴ τὴν ἐμπληξίαν εἴπω. οἱ γὰρ τὴν ἰδίαν ψυχὴν εὑρεῖν οὐ δυνάμενοι, [οὐ] ζητοῦσι
5τὴν τῶν θεῶν αὐτῶν, καὶ οἱ τὸ ἴδιον σῶμα οὐκ εἰδότες τὴν τοῦ κόσμου φύσιν περιεργάζονται.

6

Πάνυ γοῦν περὶ τὰς ἀρχὰς τῆς φύσεως ἀνθίστανται ἀλλήλοις. ὅταν μὲν Ἀναξαγόρας παραλάβῃ με, ταῦτα παιδεύει· ἀρχὴ πάντων ὁ νοῦς καὶ οὗτος αἴτιος καὶ κύριος τῶν ὅλων καὶ παρέχει τάξιν τοῖς ἀτάκτοις καὶ κίνησιν τοῖς ἀκινήτοις καὶ διάκρισιν τοῖς μεμιγμένοις καὶ κόσμον τοῖς
5ἀκόσμοις. ταῦτα λέγων Ἀναξαγόρας ἐστί μοι φίλος καὶ τῷ δόγματι πείθομαι. ἀλλ’ ἀνθίσταται τούτῳ Μέλισσος καὶ Παρμενίδης. ὅ γε μὴν Παρμενίδης καὶ ποιητικοῖς ἔπεσιν ἀνακηρύσσει τὴν οὐσίαν ἓν εἶναι καὶ
ἀίδιον καὶ ἄπειρον καὶ ἀκίνητον καὶ πάντῃ ὅμοιον. πάλιν οὖν εἰς τοῦτο τὸ δόγμα οὐκ οἶδ’ ὅπως μεταβάλλομαι· ὁ Παρμενίδης τὸν Ἀναξαγόραν652
10τῆς ἐμῆς 〈γνώμησ〉 ἐξήλασεν.

7

Ἐπειδὰν δὲ ἡγήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀναξιμένης ὑπο‐ λαβὼν ἀντικέκραγεν· ἀλλ’ ἐγώ σοί φημι· τὸ πᾶν ἐστιν ἀήρ, καὶ οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αἰθὴρ καὶ πῦρ, εἰς δὲ τὴν αὑτοῦ φύσιν ἐπανιὼν ἀήρ [†ἀραιός,
5εἰ δὲ καὶ πυκνωθῇ, φησίν, ἐξαλλάσσεται]. καὶ πάλιν αὖ τούτῳ μεθαρμόζομαι καὶ τὸν Ἀναξιμένην φιλῶ.

8

Ὁ δὲ Ἐμπεδοκλῆς ἄντικρυς ἕστηκεν ἐμβριμώμενος καὶ ἀπὸ τῆς Αἴτνης μέγα βοῶν· ἀρχαὶ τῶν πάντων ἔχθρα καὶ φιλία, ἡ μὲν συνάγουσα ἡ δὲ διακρίνουσα· καὶ τὸ νεῖκος αὐτῶν ποιεῖ τὰ πάντα. ὁρίζομαι δὲ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοια, καὶ ἄπειρα καὶ πέρας ἔχοντα, καὶ ἀίδια καὶ γινό‐
5μενα. Εὖ γε ὦ Ἐμπεδόκλεις, ἕπομαί σοι καὶ μέχρι τῶν κρατήρων τοῦ πυρός.

9

Ἀλλ’ ἐπὶ θάτερα Πρωταγόρας ἑστηκὼς ἀνθέλκει με φάσκων· ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθήσεσιν ἔστιν πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας. τούτῳ τῷ λόγῳ κολακευόμενος ὑπὸ Πρωταγόρου τέρπομαι,
5ὅτι τὸ πᾶν ἢ τὸ πλεῖστον τῷ ἀνθρώπῳ νέμει.

10

Ἀλλαχόθεν δέ μοι Θαλῆς τὴν ἀλήθειαν νεύει ὁριζόμενος ὕδωρ τοῦ παντὸς ἀρχήν. καὶ ἐκ τοῦ ὑγροῦ τὰ πάντα συνίσταται καὶ εἰς ὑγρὸν ἀναλύεται, καὶ ἡ γῆ ἐπὶ ὕδατος ὀχεῖται. διὰ τί τοίνυν μὴ πεισθῶ Θαλῇ τῷ πρεσβυτάτῳ τῶν Ἰώνων; ἀλλ’ ὁ πολίτης αὐτοῦ Ἀναξίμανδρος τοῦ
5ὑγροῦ πρεσβυτέραν ἀρχὴν εἶναι λέγει τὴν ἀίδιον κίνησιν καὶ ταύτῃ τὰ μὲν γεννᾶσθαι, τὰ δὲ φθείρεσθαι. καὶ δὴ τοίνυν πιστὸς Ἀναξίμανδρος ἔστω.

11

Καὶ μὴν οὐκ εὐδοκιμεῖ Ἀρχέλαος ἀποφαινόμενος τῶν ὅλων ἀρ‐ χὰς θερμὸν καὶ ψυχρόν; ἀλλὰ καὶ τούτῳ πάλιν ὁ μεγαλόφωνος Πλάτων οὐχ ὁμολογεῖ λέγων ἀρχὰς εἶναι θεὸν καὶ ὕλην καὶ παράδειγμα. νῦν μὲν καὶ δὴ πέπεισμαι. πῶς γὰρ οὐ μέλλω πιστεύειν φιλοσόφῳ τῷ τὸ Διὸς ἅρμα
5πεποιηκότι; κατόπιν δὲ αὐτοῦ μαθητὴς Ἀριστοτέλης ἕστηκε ζηλοτυπῶν
τὸν διδάσκαλον τῆς ἁρματοποιίας. οὗτος ἀρχὰς ἄλλας ὁρίζεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ τὸ μὲν ποιοῦν ἀπαθὲς εἶναι τὸν αἰθέρα, τὸ δὲ πάσχον ἔχειν ποιότητας τέσσαρας, ξηρότητα ὑγρότητα θερμότητα ψυχρότητα· τῇ γὰρ τούτων εἰς ἄλληλα μεταβολῇ πάντα γίνεται καὶ φθείρεται.653

12

Κεκμήκαμεν ἤδη μεταβαλλόμενοι ἄνω καὶ κάτω τοῖς δόγμασι. πλὴν ἐπί γε τῆς Ἀριστοτέλους γνώμης στήσομαι καὶ μηκέτι μοι μηδὲ εἷς λόγος ὀχλείτω. ἀλλὰ τί δῆτα πάθοιμ’ ἄν; νευροσπαστοῦσι γάρ μου τὴν ψυχὴν ἀρχαιότεροι τούτων γέροντες. Φερεκύδης μὲν ἀρχὰς εἶναι λέγων
5Ζῆνα καὶ Χθονίην καὶ Κρόνον· Ζῆνα μὲν τὸν αἰθέρα, Χθονίην δὲ τὴν γῆν, Κρόνον δὲ τὸν χρόνον· ὁ μὲν αἰθὴρ τὸ ποιοῦν, ἡ δὲ γῆ τὸ πάσχον, ὁ δὲ χρόνος ἐν ᾧ τὰ γινόμενα. ζηλοτυπία τοίνυν τῶν γερόντων πρὸς ἀλλήλους. ταῦτα γάρ τοι πάντα ὁ Λεύκιππος λῆρον ἡγούμενος ἀρχὰς εἶναί φησι τὰ ἄπειρα καὶ ἀεικίνητα καὶ ἐλάχιστα· καὶ τὰ μὲν λεπτομερῆ ἄνω χωρήσαντα
10πῦρ καὶ ἀέρα γενέσθαι, τὰ δὲ παχυμερῆ κάτω ὑποστάντα ὕδωρ καὶ γῆν.

13

Μέχρι ποῦ τὰ τοσαῦτα διδάσκομαι μηδὲν ἀληθὲς μανθάνων; πλὴν εἰ μή τί γε Δημόκριτος ἀπαλλάξει με τῆς πλάνης ἀποφαινόμενος ἀρχὰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ τὸ μὲν ὂν πλῆρες, τὸ δὲ μὴ ὂν κενόν. τὸ δὲ πλῆρες ἐν τῷ κενῷ τροπῇ ἢ ῥυθμῷ ποιεῖ τὰ πάντα· ἴσως ἂν πεισθείην
5τῷ καλῷ Δημοκρίτῳ καὶ βουλοίμην ἂν σὺν αὐτῷ γελᾶν, εἰ μὴ μετα‐ πείθοι με Ἡράκλειτος κλαίων ὁμοῦ καὶ λέγων· ἀρχὴ τῶν ὅλων τὸ πῦρ, δύο δὲ αὐτοῦ πάθη ἀραιότης καὶ πυκνότης, ἡ μὲν ποιοῦσα ἡ δὲ πάσχουσα, ἡ μὲν συγκρίνουσα ἡ δὲ διακρίνουσα. ἱκανῶς ἔχει μοι καὶ ἤδη μεθύω ταῖς τοσαύταις ἀρχαῖς.

14

Ἀλλά με παρακαλεῖ κἀκεῖθεν Ἐπίκουρος μηδαμῶς ὑβρίσαι τὸ καλὸν αὐτοῦ δόγμα τῶν ἀτόμων καὶ τοῦ κενοῦ. τῇ γὰρ τούτων συμπλοκῇ πολυτρόπῳ καὶ πολυσχηματίστῳ τὰ πάντα γίνεται καὶ φθείρεται. οὐκ ἀντι‐ λέγω σοι βέλτιστε ἀνδρῶν Ἐπίκουρε· ἀλλ’ ὁ Κλεάνθης ἀπὸ τοῦ φρέατος
5ἐπάρας τὴν κεφαλὴν καταγελᾷ σου τοῦ δόγματος καὶ αὐτὸς ἀνιμᾷ τὰς ἀληθεῖς ἀρχὰς θεὸν καὶ ὕλην. καὶ τὴν μὲν γῆν μεταβάλλειν εἰς ὕδωρ, τὸ δὲ ὕδωρ εἰς ἀέρα, τὸν δὲ ἀέρα 〈ἄνω〉 φέρεσθαι, τὸ δὲ πῦρ εἰς τὰ περίγεια χωρεῖν, τὴν δὲ ψυχὴν δι’ ὅλου τοῦ κόσμου διήκειν, ἧς μέρος μετέχοντας ἡμᾶς ἐμψυχοῦσθαι.

15

Τούτων τοίνυν τοσούτων ὄντων ἄλλο μοι πλῆθος ἀπὸ Λιβύης
ἐπιρρεῖ, Καρνεάδης καὶ Κλειτόμαχος καὶ ὅσοι τούτων ὁμιληταὶ πάντα τὰ τῶν ἄλλων δόγματα καταπατοῦντες, αὐτοὶ δὲ ἀποφαινόμενοι διαρρήδην ἀκα‐ τάληπτα εἶναι τὰ πάντα καὶ ἀεὶ τῇ ἀληθείᾳ φαντασίαν [ἀεὶ] παρακεῖσθαι654
5ψευδῆ. τί τοίνυν πάθω τοσούτῳ χρόνῳ ταλαιπωρήσας; πῶς δέ μου τῆς γνώμης ἐκχέω τὰ τοσαῦτα δόγματα; εἰ γὰρ μηδὲν εἴη καταληπτόν, ἀλήθεια μὲν ἐξ ἀνθρώπων οἴχεται, ἡ δὲ ὑμνουμένη φιλοσοφία σκιομαχεῖ μᾶλλον ἢ τὴν τῶν ὄντων ἐπιστήμην ἔχει.

16

Ἄλλοι τοίνυν ἀπὸ τῆς παλαιᾶς φυλῆς Πυθαγόρας καὶ οἱ τούτου συμφυλέται σεμνοὶ καὶ σιωπηλοὶ παραδιδόασιν ἄλλα μοι δόγματα ὥσπερ μυστήρια, καὶ τοῦτο δὴ τὸ μέγα καὶ ἀπόρρητον [τό] αὐτὸς ἔφα· ἀρχὴ τῶν πάντων ἡ μονάς. ἐκ δὲ τῶν σχημάτων αὐτῆς καὶ ἐκ τῶν ἀριθμῶν τὰ
5στοιχεῖα γίνεται. καὶ τούτων ἑκάστου τὸν ἀριθμὸν καὶ τὸ σχῆμα καὶ τὸ μέτρον οὕτω πως ἀποφαίνεται· τὸ μὲν πῦρ ὑπὸ τεσσάρων καὶ εἴκοσι τρι‐ γώνων ὀρθογωνίων συμπληροῦται τέσσαρσιν ἰσοπλεύροις περιεχόμενον. ἕκαστον 〈δὲ〉 ἰσόπλευρον σύγκειται ἐκ τριγώνων ὀρθογωνίων ἕξ, ὅθεν δὴ καὶ πυραμίδι προσεικάζουσιν αὐτό. ὁ δὲ ἀὴρ ὑπὸ τεσσαράκοντα ὀκτὼ τριγώνων
10συμπληροῦται περιεχόμενον ἰσοπλεύροις ὀκτώ. εἰκάζεται δὲ ὀκταέδρῳ, ὃ περιέχεται ὑπὸ ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὧν ἕκαστον εἰς ἓξ ὀρθογώνια διαιρεῖται, ὥστε γίνεσθαι τεσσαράκοντα ὀκτὼ τὰ πάντα. τὸ δὲ ὕδωρ ὑπὸ ἑκατὸν εἴκοσι 〈τριγώνων συμπληροῦται, ἴσοις καὶ ἰσοπλεύροις εἴκοσι〉 περιεχό‐ μενον, εἰκάζεται δὲ εἰκοσαέδρῳ, ὃ δὴ συνέστηκεν ἐξ ἴσων καὶ ἰσοπλεύρων
15τριγώνων εἴκοσι καὶ ἑκατόν. ὁ δὲ αἰθὴρ συμπληροῦται δώδεκα πενταγώνοις ἰσοπλεύροις καὶ ὅμοιός ἐστι δωδεκαέδρῳ. ἡ 〈δὲ〉 γῆ συμπληροῦται ἐκ τρι‐ γώνων μὲν ὀκτὼ καὶ τεσσαράκοντα περιέχεται δὲ καὶ τετραγώνοις ἰσοπλεύροις ἕξ. ἔστι δὲ ὁμοία κύβῳ. ὁ γὰρ κύβος ὑπὸ ἓξ τετραγώνων περιέχεται, ὧν ἕκαστον εἰς ὀκτὼ τρίγωνα 〈διαιρεῖται〉, ὥστε γίνεσθαι τὰ πάντα ὀκτὼ καὶ τεσσαράκοντα.

17

Τὸν μὲν δὴ κόσμον ὁ Πυθαγόρας μετρεῖ. ἐγὼ δὲ πάλιν ἐνθέως γενόμενος τῆς μὲν οἰκίας καὶ πατρίδος καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων καταφρονῶ καὶ τούτων οὐκέτι μοι μέλει. εἰς δὲ τὸν αἰθέρα αὐτὸν αὐτὸς ἀνέρχομαι καὶ τὸν πῆχυν παρὰ Πυθαγόρου λαβὼν μετρεῖν ἄρχομαι τὸ
5πῦρ. οὐ γὰρ ἀπόχρη μετρῶν ὁ Ζεύς, ἀλλ’ 〈εἰ〉 μὴ καὶ τὸ μέγα ζῷον τὸ μέγα σῶμα ἡ μεγάλη ψυχὴ αὐτὸς εἰς τὸν οὐρανὸν ἀνέλθοιμι καὶ μετρήσαιμι τὸν αἰθέρα, οἴχεται ἡ τοῦ Διὸς ἀρχή. ἐπειδὰν δὲ μετρήσω καὶ ὁ Ζεὺς παρ’ ἐμοῦ μάθῃ, πόσας γωνίας ἔχει τὸ πῦρ, πάλιν ἐξ οὐρανοῦ καταβαίνω καὶ φαγὼν ἐλαίας καὶ σῦκα καὶ λάχανα τὴν ταχίστην ἐπὶ τὸ ὕδωρ στέλ‐
10λομαι καὶ κατὰ πῆχυν καὶ δάκτυλον καὶ ἡμιδάκτυλον μετρῶ τὴν ὑγρὰν οὐσίαν
καὶ τὸ βάθος αὐτῆς ἀναμετρῶ, ἵνα καὶ τὸν Ποσειδῶνα διδάξω, πόσης ἄρχει θαλάσσης. τὴν δὲ γῆν ἅπασαν ἡμέρᾳ μιᾷ περιέρχομαι συλλέγων αὐτῆς τὸν ἀριθμὸν καὶ τὸ μέτρον καὶ τὰ σχήματα. πέπεισμαι γὰρ ὅτι τοῦ κό‐ σμου παντὸς οὐδὲ σπιθαμὴν παρήσω τοιοῦτος καὶ τηλικοῦτος ὤν. οἶδα δὲ655
15ἐγὼ καὶ τῶν ἀστέρων τὸν ἀριθμὸν καὶ τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ ζυγῷ τὸν κόσμον ἱστὰς εὐκόλως τὸν σταθμὸν αὐτοῦ δύναμαι μαθεῖν.

18

Ἀμφὶ μὲν δὴ ταῦτα μέχρι νῦν ἐσπούδακεν ἡ ψυχή μου τῶν ὅλων ἄρχειν. προκύψας δέ μοί φησιν Ἐπίκουρος· σὺ μὲν δὴ κόσμον ἕνα με‐ μέτρηκας, ὦ φιλότης, εἰσὶ δὲ κόσμοι πολλοὶ καὶ ἄπειροι. πάλιν οὖν ἀναγ‐ κάζομαι μετρεῖν οὐρανοὺς ἄλλους αἰθέρας ἄλλους, καὶ τούτους πολλούς. ἄγε
5δὴ μηκέτι μέλλων ἐπισιτισάμενος ὀλίγων ἡμερῶν εἰς τοὺς Ἐπικουρείους κόσμους ἀποδημήσω. τὰ μὲν οὖν πέρατα Τηθὺν καὶ Ὠκεανὸν εὐκόλως ὑπερίπταμαι. εἰσελθὼν δὲ εἰς κόσμον καινὸν [καὶ] ὥσπερ εἰς ἄλλην πόλιν μετρῶ τὰ πάντα ὀλίγαις ἡμέραις. κἀκεῖθεν ὑπερβαίνω πάλιν εἰς τρίτον κόσμον, εἶτα εἰς τέταρτον καὶ πέμπτον καὶ δέκατον καὶ ἑκατοστὸν καὶ χι‐
10λιοστὸν καὶ μέχρι ποῦ· ἤδη γάρ μοι σκότος ἀγνοίας ἀπαντᾷ καὶ ἀπάτη μέλαινα καὶ ἄπειρος πλάνη καὶ ἀτελὴς φαντασία καὶ ἀκατάληπτος ἄνοια. πλὴν τί μέλλω καὶ τὰς ἀτόμους αὐτὰς ἀριθμεῖν, ἐξ ὧν οἱ τοσοῦτοι κόσμοι γεγόνασιν, ἵνα μηδὲν ἀνεξέταστον παραλείπω μάλιστα τῶν οὕτως ἀναγκαίων καὶ ὠφελίμων, ἐξ ὧν οἶκος καὶ πόλις εὐδαιμονεῖ;

19

Ταῦτα μὲν τοίνυν διεξῆλθον βουλόμενος δεῖξαι τὴν ἐν τοῖς δόγμα‐ σιν οὖσαν αὐτῶν ἐναντιότητα καὶ ὡς εἰς ἄπειρον αὐτοῖς καὶ ἀόριστον πρό‐ εισιν ἡ ζήτησις τῶν πραγμάτων καὶ τὸ τέλος αὐτῶν ἀτέκμαρτον καὶ ἄχρηστον,
ἔργῳ μηδενὶ προδήλῳ καὶ λόγῳ σαφεῖ βεβαιούμενον.656